Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.80 Joseph. AJ 10.85 (English) >>Joseph. AJ 10.90

10.83καὶ τοῦτο μὲν ἐτέλει Ἰωάκειμος τὸ πλῆθος τῶν χρημάτων, τὸν δὲ Ἰώαζον ἀπήγαγεν εἰς Αἴγυπτον, ὃς καὶ ἐτελεύτησεν ἐν αὐτῇ βασιλεύσας μῆνας τρεῖς ἡμέρας δέκα. δὲ τοῦ Ἰωακείμου μήτηρ ἐκαλεῖτο Ζαβουδᾶ, ἐκ πόλεως δʼ ἦν Ἀβουμᾶς. ἐτύγχανε δʼ ὢν τὴν φύσιν ἄδικος καὶ κακοῦργος καὶ μήτε πρὸς θεὸν ὅσιος μήτε πρὸς ἀνθρώπους ἐπιεικής. 10.84

Ἔτος δʼ αὐτοῦ τῆς βασιλείας τέταρτον ἤδη ἔχοντος τὴν Βαβυλωνίων ἀρχὴν παραλαμβάνει Ναβουχοδονόσορος ὄνομα, ὃς ὑπὸ τὸν αὐτὸν καιρὸν μετὰ μεγάλης παρασκευῆς ἐπὶ Καρχάμισσαν ἀναβαίνει πόλιν, ἔστι δʼ αὕτη πρὸς τῷ Εὐφράτῃ ποταμῷ, διεγνωκὼς πολεμεῖν τῷ τῶν Αἰγυπτίων Νεχαῦ· ὑπὸ τούτῳ γὰρ ἦν ἅπασα Συρία. 10.85μαθὼν δὲ τὴν τοῦ Βαβυλωνίου προαίρεσιν καὶ τὴν ἐπʼ αὐτὸν στρατείαν Νεχαῦς οὐδὲ αὐτὸς ὠλιγώρησεν, ἀλλὰ σὺν πολλῇ χειρὶ τὸν Ναβουχοδονόσορον ἀμυνούμενος ὥρμησεν ἐπὶ τὸν Εὐφράτην. 10.86συμβολῆς δὲ γενομένης ἡττήθη καὶ πολλὰς ἀπέβαλε μυριάδας ἐν τῇ μάχῃ. διαβὰς δὲ τὸν Εὐφράτην Βαβυλώνιος τὴν ἄχρι Πηλουσίου παραλαμβάνει Συρίαν πάρεξ τῆς Ἰουδαίας. 10.87τέσσαρα δʼ ἔτη βασιλεύοντος ἤδη τοῦ Ναβουχοδονοσόρου ὄγδοον ἦν τῷ Ἰωακείμῳ τῷ τῶν Ἑβραίων ἔχοντι τὴν ἀρχήν, καὶ στρατεύει μετὰ πολλῆς δυνάμεως ἐπὶ τοὺς Ἰουδαίους Βαβυλώνιος φόρους αἰτῶν τὸν Ἰωάκειμον πολεμήσειν ἀπειλῶν. δὲ δείσας τὴν ἀπειλὴν καὶ τὴν εἰρήνην ἀντικαταλλαξάμενος τῶν χρημάτων ἤνεγκεν αὐτῷ φόρους οὓς ἔταξεν ἐπὶ ἔτη τρία.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.80 Joseph. AJ 10.85 (English) >>Joseph. AJ 10.90

Powered by PhiloLogic